The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. — ἰὼ ἰώ,
  2. πᾶ φέρεις δάκρυα φίλᾳ
  3. ματρὶ τῶν ὀλωλότων;
  4. σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων
  5. εὐδοκίμων δήποτʼ ἐν Μυκήναις;
Παῖδες
  1. — ἄπαις, ἄπαις·
  2. ἐγὼ δʼ ἔρημος ἀθλίου πατρὸς τάλας
  3. ἔρημον οἶκον ὀρφανεύσομαι λαβών,
  4. οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.
Χορός
  1. — ἰὼ ἰώ·
  2. ποῦ δὲ πόνος ἐμῶν τέκνων,
  3. ποῦ λοχευμάτων χάρις;
  4. τροφαί τε ματρὸς ἄυπνά τʼ ὀμμάτων τέλη,
  5. καὶ φίλιαι προσβολαὶ προσώπων;