The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. — ἰὼ ἰώ·
  2. τάδε δὴ παίδων καὶ δὴ φθιμένων
  3. ὀστᾶ φέρεται. λάβετʼ, ἀμφίπολοι,
  4. γραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστιν
  5. ῥώμη παίδων ὑπὸ πένθους —
  6. πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ
  7. καταλειβομένης τʼ ἄλγεσι πολλοῖς.
  8. τί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖς
  9. πάθος ἐξεύροις
  10. ἢ τέκνα θανόντʼ ἐσιδέσθαι;
Παῖδες
  1. — φέρω φέρω,
  2. τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη,
  3. βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ,
  4. ἐν δʼ ὀλίγῳ τἀμὰ πάντα συνθείς.