The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- — βεβᾶσιν, οὐκέτʼ εἰσίν· οἴμοι πάτερ·
- βεβᾶσιν.
- αἰθὴρ ἔχει νιν ἤδη,
- πυρὸς τετακότας σποδῷ·
- ποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν.
- — πάτερ, μῶν σῶν κλύεις τέκνων γόους;
- ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαι
- σὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν;
- — ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα
- πατρῷος·
- οὔπω κακὸν τόδʼ εὕδει.
- αἰαῖ γόων· ἅλις τύχας,
- ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι.
- — ἔτʼ Ἀσωποῦ με δέξεται γάνος