The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- προσήγετʼ αἰεὶ στόματι καὶ κάρα τόδε
- κατεῖχε χειρί· πατρὶ δʼ οὐδὲν ἥδιον
- γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες
- ψυχαί, γλυκεῖαι δʼ ἧσσον ἐς θωπεύματα.
- οὐχ ὡς τάχιστα δῆτά μʼ ἄξετʼ ἐς δόμους;
- σκότῳ δὲ δώσετʼ· ἔνθʼ ἀσιτίαις ἐμὸν
- δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ.
- τί μʼ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;
- ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σʼ ἔχων,
- μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον,
- βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι
- παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν·
- οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,
- θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.