The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. διπλοῦ βίου λαχόντες ἐξωρθούμεθʼ ἄν.
  2. ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους
  3. παίδων ἐραστὴς ἦ πόθῳ τʼ ἀπωλλύμην.
  4. εἰ δʼ ἐς τόδʼ ἦλθον κἀξεπειράθην τέκνων
  5. οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων,
  6. οὐκ ἄν ποτʼ ἐς τόδʼ ἦλθον εἰς ὃ νῦν κακόν·
  7. ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν
  8. ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι.
  9. εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;
  10. στείχειν πρὸς οἴκους; κᾆτʼ ἐρημίαν ἴδω
  11. πολλῶν μελάθρων, ἀπορίαν τʼ ἐμῷ βίῳ;
  12. ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;
  13. ἥδιστα πρίν γε δῆθʼ, ὅτʼ ἦν παῖς ἥδε μοι.
  14. ἀλλʼ οὐκέτʼ ἔστιν, ἥ γʼ ἐμὴν γενειάδα