Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.
  2. ὅτῳ γὰρ ὤφθην εὐτυχοῦσʼ, αἰδώς μʼ ἔχει
  3. ἐν τῷδε πότμῳ τυγχάνουσʼ ἵνʼ εἰμὶ νῦν
  4. κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.
  5. ἀλλʼ αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν,
  6. Πολυμῆστορ· ἄλλως δʼ αἴτιόν τι καὶ νόμος,
  7. γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον.
Πολυμήστωρ
  1. καὶ θαῦμά γʼ οὐδέν. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ;
  2. τί χρῆμʼ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα·
Ἑκάβη
  1. ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι
  2. καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι
  3. χωρὶς κέλευσον τῶνδʼ ἀποστῆναι δόμων.
Πολυμήστωρ
  1. χωρεῖτʼ· ἐν ἀσφαλεῖ γὰρ ἥδʼ ἐρημία.
  2. φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε
  3. στράτευμʼ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σὲ χρῆν·
  4. τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ
  5. φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμʼ ἐγώ.
Ἑκάβη
  1. πρῶτον μὲν εἰπὲ παῖδʼ ὃν ἐξ ἐμῆς χερὸς
  2. Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,