Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. μήτε πα-
  2. τρῷον ἵκοιτʼ ἐς οἶκον.
Πολυμήστωρ
  1. ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,
  2. Ἑκάβη, δακρύω σʼ εἰσορῶν πόλιν τε σὴν
  3. τήν τʼ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.
  4. φεῦ·
  5. οὐκ ἔστι πιστὸν οὐδέν, οὔτʼ εὐδοξία
  6. οὔτʼ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.
  7. φύρουσι δʼ αὐτοὶ θεοὶ πάλιν τε καὶ πρόσω
  8. ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳ
  9. σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ
  10. θρηνεῖν, προκόπτοντʼ οὐδὲν ἐς πρόσθεν κακῶν;
  11. σὺ δʼ, εἴ τι μέμφῃ τῆς ἐμῆς ἀπουσίας,
  12. σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροις
  13. ἀπών, ὅτʼ ἦλθες δεῦρʼ· ἐπεὶ δʼ ἀφικόμην,
  14. ἤδη πόδʼ ἔξω δωμάτων αἴροντί μοι
  15. ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν
  16. λέγουσα μύθους, ὧν κλύων ἀφικόμην.
Ἑκάβη
  1. αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,