Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. εἰ ζῇ· τὰ δʼ ἄλλα δεύτερόν σʼ ἐρήσομαι.
Πολυμήστωρ
  1. μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.
Ἑκάβη
  1. ὦ φίλταθʼ, ὡς εὖ κἀξίως λέγεις σέθεν.
Πολυμήστωρ
  1. τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ;
Ἑκάβη
  1. εἰ τῆς τεκούσης τῆσδε --- μέμνηταί τί μου;
Πολυμήστωρ
  1. καὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.
Ἑκάβη
  1. χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;
Πολυμήστωρ
  1. σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.
Ἑκάβη
  1. σῶσόν νυν αὐτὸν μηδʼ ἔρα τῶν πλησίον.
Πολυμήστωρ
  1. ἥκιστʼ· ὀναίμην τοῦ παρόντος, ὦ γύναι.
Ἑκάβη
  1. οἶσθʼ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;
Πολυμήστωρ
  1. οὐκ οἶδα· τῷ σῷ τοῦτο σημανεῖς λόγῳ.
Ἑκάβη
  1. ἔστʼ, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ —
Πολυμήστωρ
  1. τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών;
Ἑκάβη
  1. χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.
Πολυμήστωρ
  1. ταῦτʼ ἔσθʼ ἃ βούλῃ παιδὶ σημῆναι σέθεν;
Ἑκάβη
  1. μάλιστα, διὰ σοῦ γʼ· εἶ γὰρ εὐσεβὴς ἀνήρ.
Πολυμήστωρ
  1. τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;
Ἑκάβη
  1. ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδʼ εἰδέναι.