Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- σεμνὰν προσίζουσʼ οὐκ
- ἤνυσʼ Ἄρτεμιν ἁ τλάμων·
- ἄγομαι δὲ θανόντʼ ἰδοῦσʼ ἀκοίταν
- τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος,
- πόλιν τʼ ἀποσκοποῦσʼ, ἐπεὶ
- νόστιμον
- ναῦς ἐκίνησεν πόδα καί μʼ ἀπὸ γᾶς
- ὥρισεν Ἰλιάδος·
- τάλαινʼ, ἀπεῖπον ἄλγει,
- τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν
- Ἰδαῖόν τε βούταν
- αἰνόπαριν κατάρᾳ
- διδοῦσʼ, ἐπεί με γᾶς ἐκ
- πατρῴας ἀπώλεσεν
- ἐξῴκισέν τʼ οἴκων γάμος, οὐ γάμος ἀλλʼ ἀ-
- λάστορός τις οἰζύς·
- ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν,
- μήτε πα-
- τρῷον ἵκοιτʼ ἐς οἶκον.
- ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,