Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- Ἑκάβη, δακρύω σʼ εἰσορῶν πόλιν τε σὴν
- τήν τʼ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.
- φεῦ·
- οὐκ ἔστι πιστὸν οὐδέν, οὔτʼ εὐδοξία
- οὔτʼ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.
- φύρουσι δʼ αὐτοὶ θεοὶ πάλιν τε καὶ πρόσω
- ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳ
- σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ
- θρηνεῖν, προκόπτοντʼ οὐδὲν ἐς πρόσθεν κακῶν;
- σὺ δʼ, εἴ τι μέμφῃ τῆς ἐμῆς ἀπουσίας,
- σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροις
- ἀπών, ὅτʼ ἦλθες δεῦρʼ· ἐπεὶ δʼ ἀφικόμην,
- ἤδη πόδʼ ἔξω δωμάτων αἴροντί μοι
- ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν
- λέγουσα μύθους, ὧν κλύων ἀφικόμην.
- αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,
- Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.
- ὅτῳ γὰρ ὤφθην εὐτυχοῦσʼ, αἰδώς μʼ ἔχει
- ἐν τῷδε πότμῳ τυγχάνουσʼ ἵνʼ εἰμὶ νῦν
- κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.