Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- σκίδναται, μολπᾶν δʼ ἄπο καὶ χοροποιῶν
- θυσιᾶν καταλύσας
- πόσις ἐν θαλάμοις ἔκει-
- το, ξυστὸν δʼ ἐπὶ πασσάλῳ,
- ναύταν οὐκέθʼ ὁρῶν ὅμι-
- λον Τροίαν
- Ἰλιάδʼ ἐμβεβῶτα.
- ἐγὼ δὲ πλόκαμον ἀναδέτοις
- μίτραισιν ἐρρυθμιζόμαν
- χρυσέων ἐνόπτρων λεύσ-
- σουσʼ ἀτέρμονας εἰς αὐγάς,
- ἐπιδέμνιος ὡς πέσοιμʼ ἐς εὐνάν.
- ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν·
- κέλευσμα δʼ ἦν κατʼ ἄστυ Τροί-
- ας τόδʼ· Ὦ
- παῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν
- Ἰλιάδα σκοπιὰν
- πέρσαντες ἥξετʼ οἴκους;
- λέχη δὲ φίλια μονόπεπλος
- λιποῦσα, Δωρὶς ὡς κόρα,