Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ὡς τώδʼ ἀδελφὼ πλησίον μιᾷ φλογί,
  2. δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.
Ἀγαμέμνων
  1. ἔσται τάδʼ οὕτω· καὶ γὰρ εἰ μὲν ἦν στρατῷ
  2. πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν·
  3. νῦν δʼ, οὐ γὰρ ἵησʼ οὐρίους πνοὰς θεός,
  4. μένειν ἀνάγκη πλοῦν ὁρῶντʼ ἐς ἥσυχον.
  5. γένοιτο δʼ εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε,
  6. ἰδίᾳ θʼ ἑκάστῳ καὶ πόλει, τὸν μὲν κακὸν
  7. κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.
Χορός
  1. σὺ μέν, ὦ πατρὶς Ἰλιάς,
  2. τῶν ἀπορθήτων πόλις οὐκέτι λέξῃ·
  3. τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτει
  4. δορὶ δὴ δορὶ πέρσαν.
  5. ἀπὸ δὲ στεφάναν κέκαρ-
  6. σαι πύργων, κατὰ δʼ αἰθάλου
  7. κηλῖδʼ οἰκτροτάταν κέχρω-
  8. σαι· τάλαινʼ,
  9. οὐκέτι σʼ ἐμβατεύσω.
Χορός
  1. μεσονύκτιος ὠλλύμαν,
  2. ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπʼ ὄσσοις