Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει
  2. ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος,
  3. ὡς πάνθʼ ὁμαρτῇ σῶν ἔχοιντο γουνάτων
  4. κλαίοντʼ, ἐπισκήπτοντα παντοίους λόγους.
  5. ὦ δέσποτʼ, ὦ μέγιστον Ἕλλησιν φάος,
  6. πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδι
  7. τιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλʼ ὅμως.
  8. ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃ θʼ ὑπηρετεῖν
  9. καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.
Χορός
  1. δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει,
  2. καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν,
  3. φίλους τιθέντες τούς γε πολεμιωτάτους
  4. ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.
Ἀγαμέμνων
  1. ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν,
  2. Ἑκάβη, διʼ οἴκτου χεῖρά θʼ ἱκεσίαν ἔχω,
  3. καὶ βούλομαι θεῶν θʼ οὕνεκʼ ἀνόσιον ξένον
  4. καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,
  5. εἴ πως φανείη γʼ ὥστε σοί τʼ ἔχειν καλῶς,
  6. στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάριν
  7. Θρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον.