Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν
- μισθοὺς διδόντες μανθάνειν, ἵνʼ ἦν ποτε
- πείθειν ἅ τις βούλοιτο τυγχάνειν θʼ ἅμα;
- πῶς οὖν ἔτʼ ἄν τις ἐλπίσαι πράξειν καλῶς;
- οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτʼ εἰσί μοι,
- αὕτη δʼ ἐπʼ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι·
- καπνὸν δὲ πόλεως τόνδʼ ὑπερθρῴσκονθʼ ὁρῶ.
- καὶ μήν — ἴσως μὲν τοῦ λόγου κενὸν τόδε,
- Κύπριν προβάλλειν· ἀλλʼ ὅμως εἰρήσεται·
- πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται
- ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες.
- ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ,
- ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων
- χάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ;
- ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων
- φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.
- ἄκουε δή νυν· τὸν θανόντα τόνδʼ ὁρᾷς;
- τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν
- δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.
- εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι