Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἔστιν γὰρ ᾗ ταραγμὸς ἐμπέπτωκέ μοι·
  2. — Τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,
  3. τὸν κατθανόντα δʼ ἐχθρόν· εἰ δὲ σοὶ φίλος
  4. ὅδʼ ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῷ. —
  5. πρὸς ταῦτα φρόντιζʼ· ὡς θέλοντα μέν μʼ ἔχεις
  6. σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι,
  7. βραδὺν δʼ, Ἀχαιοῖς εἰ διαβληθήσομαι.
Ἑκάβη
  1. φεῦ.
  2. οὐκ ἔστι θνητῶν ὅστις ἔστʼ ἐλεύθερος·
  3. ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης,
  4. ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ
  5. εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.
  6. ἐπεὶ δὲ ταρβεῖς τῷ τʼ ὄχλῳ πλέον νέμεις,
  7. ἐγώ σε θήσω τοῦδʼ ἐλεύθερον φόβου.
  8. σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν
  9. τῷ τόνδʼ ἀποκτείναντι, συνδράσῃς δὲ μή.
  10. ἢν δʼ ἐξ Ἀχαιῶν θόρυβος ἢ ʼπικουρία
  11. πάσχοντος ἀνδρὸς Θρῃκὸς οἷα πείσεται
  12. φανῇ τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.
  13. τὰ δʼ ἄλλα — θάρσει — πάντʼ ἐγὼ θήσω καλῶς.