Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. οὐκ ἠξίωσεν, ἀλλʼ ἀφῆκε πόντιον.
  2. ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως·
  3. ἀλλʼ οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶν
  4. Νόμος· νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα
  5. καὶ ζῶμεν ἄδικα καὶ δίκαιʼ ὡρισμένοι·
  6. ὃς ἐς σʼ ἀνελθὼν εἰ διαφθαρήσεται,
  7. καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους
  8. κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν,
  9. οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον.
  10. ταῦτʼ οὖν ἐν αἰσχρῷ θέμενος αἰδέσθητί με·
  11. οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τʼ ἀποσταθεὶς
  12. ἰδοῦ με κἀνάθρησον οἷʼ ἔχω κακά.
  13. τύραννος ἦ ποτʼ, ἀλλὰ νῦν δούλη σέθεν,
  14. εὔπαις ποτʼ οὖσα, νῦν δὲ γραῦς ἄπαις θʼ ἅμα,
  15. ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶν ---
  16. οἴμοι τάλαινα, ποῖ μʼ ὑπεξάγεις πόδα;
  17. ἔοικα πράξειν οὐδέν· ὦ τάλαινʼ ἐγώ.
  18. τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα
  19. μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν,
  20. Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην