Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν;
Ἑκάβη
  1. ἥδʼ, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι.
Ἀγαμέμνων
  1. τοῦτον ματεύουσʼ ἢ πονοῦσʼ ἄλλον πόνον;
Ἑκάβη
  1. λούτρʼ ᾤχετʼ οἴσουσʼ ἐξ ἁλὸς Πολυξένῃ.
Ἀγαμέμνων
  1. κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.
Ἑκάβη
  1. θαλασσόπλαγκτόν γʼ, ὧδε διατεμὼν χρόα.
Ἀγαμέμνων
  1. ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων.
Ἑκάβη
  1. ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.
Ἀγαμέμνων
  1. φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή;
Ἑκάβη
  1. οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.
  2. ἀλλʼ ὧνπερ οὕνεκʼ ἀμφὶ σὸν πίπτω γόνυ
  3. ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,
  4. στέργοιμʼ ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ
  5. τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου,
  6. ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω
  7. δείσας δέδρακεν ἔργον ἀνοσιώτατον,
  8. κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί,
  9. ξενίας τʼ ἀριθμῷ πρῶτʼ ἔχων ἐμῶν φίλων,
  10. τυχὼν δʼ ὅσων δεῖ — . καὶ λαβὼν προμηθίαν
  11. ἔκτεινε· τύμβου δʼ, εἰ κτανεῖν ἐβούλετο,