Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.
Ἀγαμέμνων
  1. καὶ δὴ τίνʼ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;
Ἑκάβη
  1. οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ. —
  2. ὁρᾷς νεκρὸν τόνδʼ, οὗ καταστάζω δάκρυ;
Ἀγαμέμνων
  1. ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.
Ἑκάβη
  1. τοῦτόν ποτʼ ἔτεκον κἄφερον ζώνης ὕπο.
Ἀγαμέμνων
  1. ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;
Ἑκάβη
  1. οὐ τῶν θανόντων Πριαμιδῶν ὑπʼ Ἰλίῳ.
Ἀγαμέμνων
  1. ἦ γάρ τινʼ ἄλλον ἔτεκες ἢ κείνους, γύναι;
Ἑκάβη
  1. ἀνόνητά γʼ, ὡς ἔοικε, τόνδʼ ὃν εἰσορᾷς.
Ἀγαμέμνων
  1. ποῦ δʼ ὢν ἐτύγχανʼ, ἡνίκʼ ὤλλυτο πτόλις;
Ἑκάβη
  1. πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.
Ἀγαμέμνων
  1. ποῖ τῶν τότʼ ὄντων χωρίσας τέκνων μόνον;
Ἑκάβη
  1. ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών.
Ἀγαμέμνων
  1. πρὸς ἄνδρʼ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;
Ἑκάβη
  1. ἐνταῦθʼ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.
Ἀγαμέμνων
  1. θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;
Ἑκάβη
  1. τίνος γʼ ὑπʼ ἄλλου; Θρῄξ νιν ὤλεσε ξένος.
Ἀγαμέμνων
  1. ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν;
Ἑκάβη
  1. τοιαῦτʼ, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.