Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ
- Ἀγαμέμνονος τοῦδʼ ἢ φέρω σιγῇ κακά;
- τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν
- δύρῃ, τὸ πραχθὲν δʼ οὐ λέγεις; — τίς ἔσθʼ ὅδε;
- ἀλλʼ, εἴ με δούλην πολεμίαν θʼ ἡγούμενος
- γονάτων ἀπώσαιτʼ, ἄλγος ἂν προσθείμεθʼ ἄν.
- οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων
- ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.
- ἆρʼ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς
- μᾶλλον φρένας τοῦδʼ, ὄντος οὐχὶ δυσμενοῦς;
- εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι,
- ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδʼ ἐγὼ κλύειν.
- οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ
- τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε;
- τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω. —
- Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων
- καὶ σοῦ γενείου δεξιᾶς τʼ εὐδαίμονος ---
- τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον
- αἰῶνα θέσθαι; ῥᾴδιον γάρ ἐστί σοι.
- οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη