Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ἆρʼ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς
- μᾶλλον φρένας τοῦδʼ, ὄντος οὐχὶ δυσμενοῦς;
- εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι,
- ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδʼ ἐγὼ κλύειν.
- οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ
- τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε;
- τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω. —
- Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων
- καὶ σοῦ γενείου δεξιᾶς τʼ εὐδαίμονος ---
- τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον
- αἰῶνα θέσθαι; ῥᾴδιον γάρ ἐστί σοι.
- οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη
- αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.
- καὶ δὴ τίνʼ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;
- οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ. —
- ὁρᾷς νεκρὸν τόνδʼ, οὗ καταστάζω δάκρυ;
- ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.
- τοῦτόν ποτʼ ἔτεκον κἄφερον ζώνης ὕπο.
- ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;