Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ
  2. ἐλθοῦσʼ, ἐφʼ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι
  3. μὴ θιγγάνειν σῆς μηδένʼ Ἀργείων κόρης;
  4. ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδʼ ἐψαύομεν·
  5. σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.
  6. ἥκω δʼ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ
  7. πεπραγμένʼ ἐστίν — εἴ τι τῶνδʼ ἐστὶν καλῶς.
  8. ἔα· τίνʼ ἄνδρα τόνδʼ ἐπὶ σκηναῖς ὁρῶ
  9. θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι
  10. δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.
Ἑκάβη
  1. δύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,
  2. Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ
  3. Ἀγαμέμνονος τοῦδʼ ἢ φέρω σιγῇ κακά;
Ἀγαμέμνων
  1. τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν
  2. δύρῃ, τὸ πραχθὲν δʼ οὐ λέγεις; — τίς ἔσθʼ ὅδε;
Ἑκάβη
  1. ἀλλʼ, εἴ με δούλην πολεμίαν θʼ ἡγούμενος
  2. γονάτων ἀπώσαιτʼ, ἄλγος ἂν προσθείμεθʼ ἄν.
Ἀγαμέμνων
  1. οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων
  2. ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.