Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ἄρρητʼ ἀνωνόμαστα, θαυμάτων πέρα,
- οὐχ ὅσιʼ οὐδʼ ἀνεκτά. ποῦ δίκα ξένων;
- ὦ κατάρατʼ ἀνδρῶν, ὡς διεμοιράσω
- χρόα, σιδαρέῳ τεμὼν φασγάνῳ
- μέλεα τοῦδε παιδὸς οὐδʼ ᾤκτισας.
- ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν
- δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.
- ἀλλʼ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας
- Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.
- Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ
- ἐλθοῦσʼ, ἐφʼ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι
- μὴ θιγγάνειν σῆς μηδένʼ Ἀργείων κόρης;
- ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδʼ ἐψαύομεν·
- σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.
- ἥκω δʼ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ
- πεπραγμένʼ ἐστίν — εἴ τι τῶνδʼ ἐστὶν καλῶς.
- ἔα· τίνʼ ἄνδρα τόνδʼ ἐπὶ σκηναῖς ὁρῶ
- θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι
- δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.
- δύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,