Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἐν ψαμάθῳ λευρᾷ;
Θεράπαινα
  1. πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.
Ἑκάβη
  1. ὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτων
  2. ἐμῶν ὄψιν· οὔ με παρέβα
  3. φάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ,
  4. ὦ τέκνον, οὐκέτʼ ὄντα Διὸς ἐν φάει.
Χορός
  1. τίς γάρ νιν ἔκτεινʼ; οἶσθʼ ὀνειρόφρων φράσαι;
Ἑκάβη
  1. ἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας,
  2. ἵνʼ ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας.
Χορός
  1. οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών;
Ἑκάβη
  1. ἄρρητʼ ἀνωνόμαστα, θαυμάτων πέρα,
  2. οὐχ ὅσιʼ οὐδʼ ἀνεκτά. ποῦ δίκα ξένων;
  3. ὦ κατάρατʼ ἀνδρῶν, ὡς διεμοιράσω
  4. χρόα, σιδαρέῳ τεμὼν φασγάνῳ
  5. μέλεα τοῦδε παιδὸς οὐδʼ ᾤκτισας.
Χορός
  1. ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν
  2. δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.
  3. ἀλλʼ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας
  4. Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.