Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- οἴμοι, βλέπω δὴ παῖδʼ ἐμὸν τεθνηκότα,
- Πολύδωρον, ὅν μοι Θρῂξ ἔσῳζʼ οἴκοις ἀνήρ.
- ἀπωλόμην δύστηνος, οὐκέτʼ εἰμὶ δή.
- ὦ τέκνον τέκνον,
- αἰαῖ, κατάρχομαι γόων,
- βακχεῖον ἐξ ἀλάστορος
- ἀρτιμαθῆ νόμον.
- ἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ;
- ἄπιστʼ ἄπιστα, καινὰ καινὰ δέρκομαι.
- ἕτερα δʼ ἀφʼ ἑτέρων κακὰ κακῶν κυρεῖ·
- οὐδέ ποτʼ ἀστένακτος ἀδάκρυτος ἁ-
- μέρα μʼ ἐπισχήσει.
- δείνʼ, ὦ τάλαινα, δεινὰ πάσχομεν κακά.
- ὦ τέκνον τέκνον ταλαίνας ματρός,
- τίνι μόρῳ θνῄσκεις,
- τίνι πότμῳ κεῖσαι;
- πρὸς τίνος ἀνθρώπων;
- οὐκ οἶδʼ· ἐπʼ ἀκταῖς νιν κυρῶ θαλασσίαις ---
- ἔκβλητον, ἢ πέσημα φοινίου δορός,