Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ὡς οὔποθʼ εὕδει λυπρά σου κηρύγματα.
- Ἑκάβῃ φέρω τόδʼ ἄλγος· ἐν κακοῖσι δὲ
- οὐ ῥᾴδιον βροτοῖσιν εὐφημεῖν στόμα.
- καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπερ
- ἥδʼ, ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.
- ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω,
- δέσποινʼ, ὄλωλας κοὐκέτʼ εἶ, βλέπουσα φῶς,
- ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.
- οὐ καινὸν εἶπας, εἰδόσιν δʼ ὠνείδισας.
- ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης
- ἥκεις κομίζουσʼ, ἧς ἀπηγγέλθη τάφος
- πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;
- ἥδʼ οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην
- θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται.
- οἲ ʼγὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρα
- τῆς θεσπιῳδοῦ δεῦρο Κασάνδρας φέρεις;
- ζῶσαν λέλακας, τὸν θανόντα δʼ οὐ στένεις
- τόνδʼ· ἀλλʼ ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,
- εἴ σοι φανεῖται θαῦμα καὶ παρʼ ἐλπίδας.