Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- πόνοι γὰρ καὶ πόνων
- ἀνάγκαι κρείσσονες κυκλοῦνται
- κοινὸν δʼ ἐξ ἰδίας ἀνοίας
- κακὸν τᾷ Σιμουντίδι γᾷ
- ὀλέθριον ἔμολε συμφορά τʼ ἀπʼ ἄλλων.
- ἐκρίθη δʼ ἔρις, ἃν ἐν Ἴ-
- δᾳ κρίνει τρισσὰς μακάρων
- παῖδας ἀνὴρ βούτας,
- ἐπὶ δορὶ καὶ φόνῳ καὶ ἐμῶν μελάθρων λώβᾳ·
- στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον Εὐρώταν
- Λάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα,
- πολιάν τʼ ἐπὶ κρᾶτα μάτηρ
- τέκνων θανόντων
- τίθεται χέρα δρύπτεται παρειάν,
- δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς.
- γυναῖκες, Ἑκάβη ποῦ ποθʼ ἡ παναθλία,
- ἡ πάντα νικῶσʼ ἄνδρα καὶ θῆλυν σπορὰν
- κακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται.
- τί δʼ, ὦ τάλαινα σῆς κακογλώσσου βοῆς;