Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. λαθοῦσʼ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.
  2. ὦ σχήματʼ οἴκων, ὦ ποτʼ εὐτυχεῖς δόμοι,
  3. ὦ πλεῖστʼ ἔχων κάλλιστά τʼ, εὐτεκνώτατε
  4. Πρίαμε, γεραιά θʼ ἥδʼ ἐγὼ μήτηρ τέκνων,
  5. ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος
  6. τοῦ πρὶν στερέντες. εἶτα δῆτʼ ὀγκούμεθα,
  7. ὃ μέν τις ἡμῶν πλουσίοις ἐν δώμασιν,
  8. ὃ δʼ ἐν πολίταις τίμιος κεκλημένος.
  9. τὰ δʼ οὐδὲν ἄλλως, φροντίδων βουλεύματα
  10. γλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος,
  11. ὅτῳ κατʼ ἦμαρ τυγχάνει μηδὲν κακόν.
Χορός
  1. ἐμοὶ χρῆν συμφοράν,
  2. ἐμοὶ χρῆν πημονὰν γενέσθαι,
  3. Ἰδαίαν ὅτε πρῶτον ὕλαν
  4. Ἀλέξανδρος εἰλατίναν
  5. ἐτάμεθʼ, ἅλιον ἐπʼ οἶδμα ναυστολήσων
  6. Ἑλένας ἐπὶ λέκτρα, τὰν
  7. καλλίσταν ὁ χρυσοφαὴς
  8. Ἅλιος αὐγάζει.