Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ἆρʼ οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί;
- ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς
- δίδαξιν ἐσθλοῦ· τοῦτο δʼ ἤν τις εὖ μάθῃ,
- οἶδεν τό γʼ αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών.
- καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην·
- σὺ δʼ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,
- μὴ θιγγάνειν μοι μηδένʼ, ἀλλʼ εἴργειν ὄχλον,
- τῆς παιδός. ἔν τοι μυρίῳ στρατεύματι
- ἀκόλαστος ὄχλος ναυτική τʼ ἀναρχία
- κρείσσων πυρός, κακὸς δʼ ὁ μή τι δρῶν κακόν.
- σὺ δʼ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,
- βάψασʼ ἔνεγκε δεῦρο ποντίας ἁλός,
- ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,
- νύμφην τʼ ἄνυμφον παρθένον τʼ ἀπάρθενον,
- λούσω προθῶμαί θʼ — ὡς μὲν ἀξία, πόθεν;
- οὐκ ἂν δυναίμην· ὡς δʼ ἔχω — τί γὰρ πάθω; —
- κόσμον τʼ ἀγείρασʼ αἰχμαλωτίδων πάρα,
- αἵ μοι πάρεδροι τῶνδʼ ἔσω σκηνωμάτων
- ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας