Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ψυχήν τʼ ἀρίστῃ; τοιάδʼ ἀμφὶ σῆς λέγων
- παιδὸς θανούσης, εὐτεκνωτάτην τέ σε
- πασῶν γυναικῶν δυστυχεστάτην θʼ ὁρῶ.
- δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν
- πόλει τε τἠμῇ θεῶν ἀνάγκαισιν τόδε.
- ὦ θύγατερ, οὐκ οἶδʼ εἰς ὅ τι βλέψω κακῶν,
- πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος,
- τόδʼ οὐκ ἐᾷ με, παρακαλεῖ δʼ ἐκεῖθεν αὖ
- λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.
- καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος
- οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός·
- τὸ δʼ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι
- γενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ
- τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,
- χρηστὴ δʼ ἁμαρτοῦσʼ ὧν χρεὼν αὐτὴν τυχεῖν
- κακὸν δίδωσι καρπόν, ἀνθρώποις δʼ ἀεὶ
- ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,
- ὁ δʼ ἐσθλὸς ἐσθλός, οὐδὲ συμφορᾶς ὕπο
- φύσιν διέφθειρʼ, ἀλλὰ χρηστός ἐστʼ ἀεί;