Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ
- ἔλεξε πάντων τλημονέστατον λόγον·
- Ἰδού, τόδʼ, εἰ μὲν στέρνον, ὦ νεανία,
- παίειν προθυμῇ, παῖσον, εἰ δʼ ὑπʼ αὐχένα
- χρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε.
- ὃ δʼ οὐ θέλων τε καὶ θέλων οἴκτῳ κόρης,
- τέμνει σιδήρῳ πνεύματος διαρροάς·
- κρουνοὶ δʼ ἐχώρουν. ἣ δὲ καὶ θνῄσκουσʼ ὅμως
- πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,
- κρύπτουσʼ ἃ κρύπτειν ὄμματʼ ἀρσένων χρεών.
- ἐπεὶ δʼ ἀφῆκε πνεῦμα θανασίμῳ σφαγῇ,
- οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον·
- ἀλλʼ οἳ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν
- φύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυρὰν
- κορμοὺς φέροντες πευκίνους, ὁ δʼ οὐ φέρων
- πρὸς τοῦ φέροντος τοιάδʼ ἤκουεν κακά·
- Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδι
- οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;
- οὐκ εἶ τι δώσων τῇ περίσσʼ εὐκαρδίῳ