Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- τοσαῦτʼ ἔλεξε, πᾶς δʼ ἐπηύξατο στρατός.
- εἶτʼ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν
- ἐξεῖλκε κολεοῦ, λογάσι δʼ Ἀργείων στρατοῦ
- νεανίαις ἔνευσε παρθένον λαβεῖν.
- ἣ δʼ, ὡς ἐφράσθη, τόνδʼ ἐσήμηνεν λόγον·
- Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν,
- ἑκοῦσα θνῄσκω· μή τις ἅψηται χροὸς
- τοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως.
- ἐλευθέραν δέ μʼ, ὡς ἐλευθέρα θάνω,
- πρὸς θεῶν, μεθέντες κτείνατʼ· ἐν νεκροῖσι γὰρ
- δούλη κεκλῆσθαι βασιλὶς οὖσʼ αἰσχύνομαι.
- λαοὶ δʼ ἐπερρόθησαν, Ἀγαμέμνων τʼ ἄναξ
- εἶπεν μεθεῖναι παρθένον νεανίαις.
- οἳ δʼ, ὡς τάχιστʼ ἤκουσαν ὑστάτην ὄπα,
- μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος.
- κἀπεὶ τόδʼ εἰσήκουσε δεσποτῶν ἔπος,
- λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος
- ἔρρηξε λαγόνας ἐς μέσας παρʼ ὀμφαλόν,
- μαστούς τʼ ἔδειξε στέρνα θʼ ὡς ἀγάλματος