Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- λαβὼν δʼ Ἀχιλλέως παῖς Πολυξένην χερὸς
- ἔστησʼ ἐπʼ ἄκρου χώματος, πέλας δʼ ἐγώ·
- λεκτοί τʼ Ἀχαιῶν ἔκκριτοι νεανίαι,
- σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,
- ἕσποντο. πλῆρες δʼ ἐν χεροῖν λαβὼν δέπας
- πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως
- χοὰς θανόντι πατρί· σημαίνει δέ μοι
- σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ.
- κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε·
- Σιγᾶτʼ, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,
- σίγα σιώπα· νήνεμον δʼ ἔστησʼ ὄχλον.
- ὃ δʼ εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δʼ ἐμός,
- δέξαι χοάς μοι τάσδε κηλητηρίους,
- νεκρῶν ἀγωγούς· ἐλθὲ δʼ, ὡς πίῃς μέλαν
- κόρης ἀκραιφνὲς αἷμʼ, ὅ σοι δωρούμεθα
- στρατός τε κἀγώ· πρευμενὴς δʼ ἡμῖν γενοῦ
- λῦσαί τε πρύμνας καὶ χαλινωτήρια
- νεῶν δὸς ἡμῖν πρευμενοῦς τʼ ἀπʼ Ἰλίου
- νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.