Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα.
- ὦ φίλτατʼ, ἆρα κἄμʼ ἐπισφάξαι τάφῳ
- δοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλʼ ἂν λέγοις.
- σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον.
- σὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι,
- ἥκω μεταστείχων σε· πέμπουσιν δέ με
- δισσοί τʼ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.
- οἴμοι, τί λέξεις; οὐκ ἄρʼ ὡς θανουμένους
- μετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά;
- ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖσʼ ἄπο·
- ἡμεῖς δʼ ἄτεκνοι τοὐπὶ σʼ· ὦ τάλαινʼ ἐγώ.
- πῶς καί νιν ἐξεπράξατʼ; ἆρʼ αἰδούμενοι;
- ἢ πρὸς τὸ δεινὸν ἤλθεθʼ ὡς ἐχθράν, γέρον,
- κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.
- διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι,
- σῆς παιδὸς οἴκτῳ· νῦν τε γὰρ λέγων κακὰ
- τέγξω τόδʼ ὄμμα, πρὸς τάφῳ θʼ ὅτʼ ὤλλυτο.
- παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ
- πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς·