Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- Ἑκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι;
- αὕτη πέλας σου νῶτʼ ἔχουσʼ ἐπὶ χθονί,
- Ταλθύβιε, κεῖται ξυγκεκλῃμένη πέπλοις.
- ὦ Ζεῦ, τί λέξω; πότερά σʼ ἀνθρώπους ὁρᾶν;
- ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην,
- ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος
- τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;
- οὐχ ἥδʼ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,
- οὐχ ἥδε Πριάμου τοῦ μέγʼ ὀλβίου δάμαρ;
- καὶ νῦν πόλις μὲν πᾶσʼ ἀνέστηκεν δορί,
- αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ
- κεῖται, κόνει φύρουσα δύστηνον κάρα.
- φεῦ φεῦ· γέρων μέν εἰμʼ, ὅμως δέ μοι θανεῖν
- εἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί.
- ἀνίστασʼ, ὦ δύστηνε, καὶ μετάρσιον
- πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.
- ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷ
- κεῖσθαι; τί κινεῖς μʼ, ὅστις εἶ, λυπουμένην;
- Ταλθύβιος ἥκω Δαναϊδῶν ὑπηρέτης,