Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ἢ Παλλάδος ἐν πόλει
- τὰς καλλιδίφρους Ἀθα-
- ναίας ἐν κροκέῳ πέπλῳ
- ζεύξομαι ἆρα πώλους ἐν
- δαιδαλέαισι ποικίλλουσʼ
- ἀνθοκρόκοισι πήναις, ἢ
- Τιτάνων γενεὰν
- τὰν Ζεὺς ἀμφιπύρῳ κοιμί-
- ζει φλογμῷ Κρονίδας;
- ὤ μοι τεκέων ἐμῶν,
- ὤ μοι πατέρων χθονός θʼ,
- ἃ καπνῷ κατερείπεται,
- τυφομένα, δορίκτητος
- Ἀργεΐων· ἐγὼ δʼ ἐν ξεί-
- νᾳ χθονὶ δὴ κέκλημαι δού-
- λα, λιποῦσʼ Ἀσίαν,
- Εὐρώπας θεραπνᾶν ἀλλά-
- ξασʼ Ἅιδα θαλάμους.
- ποῦ τὴν ἄνασσαν δή ποτʼ οὖσαν Ἰλίου