Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἀσχημονῆσαί τʼ ἐκ νέου βραχίονος
  2. σπασθεῖσʼ, ἃ πείσῃ; μὴ σύ γʼ· οὐ γὰρ ἄξιον.
  3. ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα
  4. δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·
  5. ὡς οὔποτʼ αὖθις, ἀλλὰ νῦν πανύστατον
  6. ἀκτῖνα κύκλον θʼ ἡλίου προσόψομαι.
  7. τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
  8. ὦ μῆτερ, ὦ τεκοῦσʼ, ἄπειμι δὴ κάτω.
Ἑκάβη
  1. ὦ θύγατερ, ἡμεῖς δʼ ἐν φάει δουλεύσομεν.
Πολυξένη
  1. ἄνυμφος ἀνυμέναιος ὧν μʼ ἐχρῆν τυχεῖν.
Ἑκάβη
  1. οἰκτρὰ σύ, τέκνον, ἀθλία δʼ ἐγὼ γυνή.
Πολυξένη
  1. ἐκεῖ δʼ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.
Ἑκάβη
  1. οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον;
Πολυξένη
  1. δούλη θανοῦμαι, πατρὸς οὖσʼ ἐλευθέρου.
Ἑκάβη
  1. ἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων.
Πολυξένη
  1. τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;
Ἑκάβη
  1. ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.
Πολυξένη
  1. ὦ στέρνα μαστοί θʼ, οἵ μʼ ἐθρέψαθʼ ἡδέως.
Ἑκάβη
  1. ὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης.