Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- χαῖρʼ, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τʼ ἐμοί,
- χαίρουσιν ἄλλοι, μητρὶ δʼ οὐκ ἔστιν τόδε.
- ὅ τʼ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.
- εἰ ζῇ γʼ· ἀπιστῶ δʼ· ὧδε πάντα δυστυχῶ.
- ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν.
- τέθνηκʼ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.
- κόμιζʼ, Ὀδυσσεῦ, μʼ ἀμφιθεὶς κάρα πέπλοις
- ὡς πρὶν σφαγῆναί γʼ ἐκτέτηκα καρδίαν
- θρήνοισι μητρὸς τήνδε τʼ ἐκτήκω γόοις.
- ὦ φῶς· προσειπεῖν γὰρ σὸν ὄνομʼ ἔξεστί μοι,
- μέτεστι δʼ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους
- βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.
- οἲ ʼγώ, προλείπω· λύεται δέ μου μέλη.
- ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,
- δός· μὴ λίπῃς μʼ ἄπαιδʼ. ἀπωλόμην, φίλαι ---
- ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν
- Ἑλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτων
- αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.
- αὔρα, ποντιὰς αὔρα,