Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.
- οὐ σʼ, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως
- φάντασμʼ Ἀχαιούς, ἀλλὰ τήνδʼ, ᾐτήσατο.
- ὑμεῖς δέ μʼ ἀλλὰ θυγατρὶ συμφονεύσατε,
- καὶ δὶς τόσον πῶμʼ αἵματος γενήσεται
- γαίᾳ νεκρῷ τε τῷ τάδʼ ἐξαιτουμένῳ.
- ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος
- ἄλλος πρὸς ἄλλῳ· μηδὲ τόνδʼ ὠφείλομεν.
- πολλή γʼ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.
- πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.
- ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδʼ ἕξομαι.
- οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.
- ὡς τῆσδʼ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.
- ἀλλʼ οὐδʼ ἐγὼ μὴν τήνδʼ ἄπειμʼ αὐτοῦ λιπών.
- μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,
- χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
- σύ τʼ, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
- βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν
- γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,