Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,
- χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
- σύ τʼ, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
- βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν
- γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,
- ἀσχημονῆσαί τʼ ἐκ νέου βραχίονος
- σπασθεῖσʼ, ἃ πείσῃ; μὴ σύ γʼ· οὐ γὰρ ἄξιον.
- ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα
- δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·
- ὡς οὔποτʼ αὖθις, ἀλλὰ νῦν πανύστατον
- ἀκτῖνα κύκλον θʼ ἡλίου προσόψομαι.
- τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
- ὦ μῆτερ, ὦ τεκοῦσʼ, ἄπειμι δὴ κάτω.
- ὦ θύγατερ, ἡμεῖς δʼ ἐν φάει δουλεύσομεν.
- ἄνυμφος ἀνυμέναιος ὧν μʼ ἐχρῆν τυχεῖν.
- οἰκτρὰ σύ, τέκνον, ἀθλία δʼ ἐγὼ γυνή.
- ἐκεῖ δʼ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.
- οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον;
- δούλη θανοῦμαι, πατρὸς οὖσʼ ἐλευθέρου.
- ἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων.