Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ
  2. λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῷ Πηλέως
  3. χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν
  4. ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,
  5. ἡμᾶς δʼ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως
  6. κεντεῖτε, μὴ φείδεσθʼ· ἐγὼ ῎τεκον Πάριν,
  7. ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.
Ὀδυσσεύς
  1. οὐ σʼ, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως
  2. φάντασμʼ Ἀχαιούς, ἀλλὰ τήνδʼ, ᾐτήσατο.
Ἑκάβη
  1. ὑμεῖς δέ μʼ ἀλλὰ θυγατρὶ συμφονεύσατε,
  2. καὶ δὶς τόσον πῶμʼ αἵματος γενήσεται
  3. γαίᾳ νεκρῷ τε τῷ τάδʼ ἐξαιτουμένῳ.
Ὀδυσσεύς
  1. ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος
  2. ἄλλος πρὸς ἄλλῳ· μηδὲ τόνδʼ ὠφείλομεν.
Ἑκάβη
  1. πολλή γʼ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.
Ὀδυσσεύς
  1. πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.
Ἑκάβη
  1. ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδʼ ἕξομαι.
Ὀδυσσεύς
  1. οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.
Ἑκάβη
  1. ὡς τῆσδʼ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.
Ὀδυσσεύς
  1. ἀλλʼ οὐδʼ ἐγὼ μὴν τήνδʼ ἄπειμʼ αὐτοῦ λιπών.