Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;
Ἑκάβη
  1. ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.
Πολυξένη
  1. ὦ στέρνα μαστοί θʼ, οἵ μʼ ἐθρέψαθʼ ἡδέως.
Ἑκάβη
  1. ὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης.
Πολυξένη
  1. χαῖρʼ, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τʼ ἐμοί,
Ἑκάβη
  1. χαίρουσιν ἄλλοι, μητρὶ δʼ οὐκ ἔστιν τόδε.
Πολυξένη
  1. ὅ τʼ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.
Ἑκάβη
  1. εἰ ζῇ γʼ· ἀπιστῶ δʼ· ὧδε πάντα δυστυχῶ.
Πολυξένη
  1. ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν.
Ἑκάβη
  1. τέθνηκʼ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.
Πολυξένη
  1. κόμιζʼ, Ὀδυσσεῦ, μʼ ἀμφιθεὶς κάρα πέπλοις
  2. ὡς πρὶν σφαγῆναί γʼ ἐκτέτηκα καρδίαν
  3. θρήνοισι μητρὸς τήνδε τʼ ἐκτήκω γόοις.
  4. ὦ φῶς· προσειπεῖν γὰρ σὸν ὄνομʼ ἔξεστί μοι,
  5. μέτεστι δʼ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους
  6. βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.
Ἑκάβη
  1. οἲ ʼγώ, προλείπω· λύεται δέ μου μέλη.
  2. ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,
  3. δός· μὴ λίπῃς μʼ ἄπαιδʼ. ἀπωλόμην, φίλαι ---
  4. ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν