Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ἄγου μʼ, Ὀδυσσεῦ, καὶ διέργασαί μʼ ἄγων·
- οὔτʼ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ
- θάρσος παρʼ ἡμῖν ὥς ποτʼ εὖ πρᾶξαί με χρή.
- μῆτερ, σὺ δʼ ἡμῖν μηδὲν ἐμποδὼν γένῃ,
- λέγουσα μηδὲ δρῶσα· συμβούλου δέ μοι
- θανεῖν πρὶν αἰσχρῶν μὴ κατʼ ἀξίαν τυχεῖν.
- ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν,
- φέρει μέν, ἀλγεῖ δʼ αὐχένʼ ἐντιθεὶς ζυγῷ·
- θανὼν δʼ ἂν εἴη μᾶλλον εὐτυχέστερος
- ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.
- δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς
- ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται
- τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.
- καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ
- λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῷ Πηλέως
- χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν
- ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,
- ἡμᾶς δʼ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως
- κεντεῖτε, μὴ φείδεσθʼ· ἐγὼ ῎τεκον Πάριν,