Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου·
  2. ἔπειτʼ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο
  3. βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων
  4. ἔχουσʼ, ὅτου δῶμʼ ἑστίαν τʼ ἀφίξομαι·
  5. δέσποινα δʼ ἡ δύστηνος Ἰδαίαισιν ἦ
  6. γυναιξὶ παρθένοις τʼ ἀπόβλεπτος μέτα,
  7. ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον·
  8. νῦν δʼ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα
  9. θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·
  10. ἔπειτʼ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας
  11. τύχοιμʼ ἄν, ὅστις ἀργύρου μʼ ὠνήσεται,
  12. τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν,
  13. προσθεὶς δʼ ἀνάγκην σιτοποιὸν ἐν δόμοις,
  14. σαίρειν τε δῶμα κερκίσιν τʼ ἐφεστάναι
  15. λυπρὰν ἄγουσαν ἡμέραν μʼ ἀναγκάσει·
  16. λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν
  17. χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.
  18. οὐ δῆτʼ· ἀφίημʼ ὀμμάτων ἐλευθέρων
  19. φέγγος τόδʼ, Ἅιδῃ προστιθεῖσʼ ἐμὸν δέμας.