Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ὑμεῖς δʼ ἔχηθʼ ὅμοια τοῖς βουλεύμασιν.
Χορός
  1. αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκʼ ἀεὶ
  2. τολμᾷ θʼ ἃ μὴ χρή, τῇ βίᾳ νικώμενον.
Ἑκάβη
  1. ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα
  2. φροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου·
  3. σὺ δʼ, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις,
  4. σπούδαζε πάσας ὥστʼ ἀηδόνος στόμα
  5. φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.
  6. πρόσπιπτε δʼ οἰκτρῶς τοῦδʼ Ὀδυσσέως γόνυ
  7. καὶ πεῖθʼ — ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα
  8. καὶ τῷδε — τὴν σὴν ὥστʼ ἐποικτῖραι τύχην.
Πολυξένη
  1. ὁρῶ σʼ, Ὀδυσσεῦ, δεξιὰν ὑφʼ εἵματος
  2. κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν
  3. στρέφοντα, μή σου προσθίγω γενειάδος.
  4. θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·
  5. ὡς ἕψομαί γε τοῦ τʼ ἀναγκαίου χάριν
  6. θανεῖν τε χρῄζουσʼ· εἰ δὲ μὴ βουλήσομαι,
  7. κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.
  8. τί γάρ με δεῖ ζῆν; ᾗ πατὴρ μὲν ἦν ἄναξ