Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- χρώμεσθʼ, ἐπεὶ δʼ ὄλωλε, μὴ χρώμεσθʼ ἔτι;
- εἶεν· τί δῆτʼ ἐρεῖ τις, ἤν τις αὖ φανῇ
- στρατοῦ τʼ ἄθροισις πολεμίων τʼ ἀγωνία;
- πότερα μαχούμεθʼ ἢ φιλοψυχήσομεν,
- τὸν κατθανόνθʼ ὁρῶντες οὐ τιμώμενον;
- καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθʼ ἡμέραν
- κεἰ σμίκρʼ ἔχοιμι, πάντʼ ἂν ἀρκούντως ἔχοι·
- τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον
- τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.
- εἰ δʼ οἰκτρὰ πάσχειν φῄς, τάδʼ ἀντάκουέ μου·
- εἰσὶν παρʼ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι
- γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,
- νύμφαι τʼ ἀρίστων νυμφίων τητώμεναι,
- ὧν ἥδε κεύθει σώματʼ Ἰδαία κόνις.
- τόλμα τάδʼ. ἡμεῖς δʼ, εἰ κακῶς νομίζομεν
- τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·
- οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους
- ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας
- θαυμάζεθʼ, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῇ,