Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. εἰσὶν παρʼ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι
  2. γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,
  3. νύμφαι τʼ ἀρίστων νυμφίων τητώμεναι,
  4. ὧν ἥδε κεύθει σώματʼ Ἰδαία κόνις.
  5. τόλμα τάδʼ. ἡμεῖς δʼ, εἰ κακῶς νομίζομεν
  6. τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·
  7. οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους
  8. ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας
  9. θαυμάζεθʼ, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῇ,
  10. ὑμεῖς δʼ ἔχηθʼ ὅμοια τοῖς βουλεύμασιν.
Χορός
  1. αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκʼ ἀεὶ
  2. τολμᾷ θʼ ἃ μὴ χρή, τῇ βίᾳ νικώμενον.
Ἑκάβη
  1. ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα
  2. φροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου·
  3. σὺ δʼ, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις,
  4. σπούδαζε πάσας ὥστʼ ἀηδόνος στόμα
  5. φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.
  6. πρόσπιπτε δʼ οἰκτρῶς τοῦδʼ Ὀδυσσέως γόνυ
  7. καὶ πεῖθʼ — ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα
  8. καὶ τῷδε — τὴν σὴν ὥστʼ ἐποικτῖραι τύχην.