Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- σῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω·
- ἃ δʼ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,
- Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ
- σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ.
- ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,
- ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ
- μηδὲν φέρηται τῶν κακιόνων πλέον.
- ἡμῖν δʼ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,
- θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστʼ ἀνήρ.
- οὔκουν τόδʼ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ
- χρώμεσθʼ, ἐπεὶ δʼ ὄλωλε, μὴ χρώμεσθʼ ἔτι;
- εἶεν· τί δῆτʼ ἐρεῖ τις, ἤν τις αὖ φανῇ
- στρατοῦ τʼ ἄθροισις πολεμίων τʼ ἀγωνία;
- πότερα μαχούμεθʼ ἢ φιλοψυχήσομεν,
- τὸν κατθανόνθʼ ὁρῶντες οὐ τιμώμενον;
- καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθʼ ἡμέραν
- κεἰ σμίκρʼ ἔχοιμι, πάντʼ ἂν ἀρκούντως ἔχοι·
- τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον
- τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.
- εἰ δʼ οἰκτρὰ πάσχειν φῄς, τάδʼ ἀντάκουέ μου·