Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ὁρῶ σʼ, Ὀδυσσεῦ, δεξιὰν ὑφʼ εἵματος
- κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν
- στρέφοντα, μή σου προσθίγω γενειάδος.
- θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·
- ὡς ἕψομαί γε τοῦ τʼ ἀναγκαίου χάριν
- θανεῖν τε χρῄζουσʼ· εἰ δὲ μὴ βουλήσομαι,
- κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.
- τί γάρ με δεῖ ζῆν; ᾗ πατὴρ μὲν ἦν ἄναξ
- Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου·
- ἔπειτʼ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο
- βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων
- ἔχουσʼ, ὅτου δῶμʼ ἑστίαν τʼ ἀφίξομαι·
- δέσποινα δʼ ἡ δύστηνος Ἰδαίαισιν ἦ
- γυναιξὶ παρθένοις τʼ ἀπόβλεπτος μέτα,
- ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον·
- νῦν δʼ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα
- θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·
- ἔπειτʼ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας
- τύχοιμʼ ἄν, ὅστις ἀργύρου μʼ ὠνήσεται,
- τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν,