Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. τὸ δʼ ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸν
  2. πείσει· λόγος γὰρ ἔκ τʼ ἀδοξούντων ἰὼν
  3. κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.
Χορός
  1. οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις,
  2. ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων
  3. κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.
Ὀδυσσεύς
  1. Ἑκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳ
  2. τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.
  3. ἐγὼ τὸ μὲν σὸν σῶμʼ ὑφʼ οὗπερ εὐτύχουν
  4. σῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω·
  5. ἃ δʼ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,
  6. Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ
  7. σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ.
  8. ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,
  9. ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ
  10. μηδὲν φέρηται τῶν κακιόνων πλέον.
  11. ἡμῖν δʼ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,
  12. θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστʼ ἀνήρ.
  13. οὔκουν τόδʼ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ