Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεών,
- οὐδʼ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί·
- κἀγὼ γὰρ ἦ ποτʼ, ἀλλὰ νῦν οὐκ εἴμʼ ἔτι,
- τὸν πάντα δʼ ὄλβον ἦμαρ ἕν μʼ ἀφείλετο.
- ἀλλʼ, ὦ φίλον γένειον, αἰδέσθητί με,
- οἴκτιρον· ἐλθὼν δʼ εἰς Ἀχαιικὸν στρατὸν
- παρηγόρησον, ὡς ἀποκτείνειν φθόνος
- γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε
- βωμῶν ἀποσπάσαντες, ἀλλʼ ᾠκτίρατε.
- νόμος δʼ ἐν ὑμῖν τοῖς τʼ ἐλευθέροις ἴσος
- καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.
- τὸ δʼ ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸν
- πείσει· λόγος γὰρ ἔκ τʼ ἀδοξούντων ἰὼν
- κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.
- οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις,
- ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων
- κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.
- Ἑκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳ
- τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.
- ἐγὼ τὸ μὲν σὸν σῶμʼ ὑφʼ οὗπερ εὐτύχουν